Ancient Greek
P.Gen. 1 29
Documentary Papyri, P.Gen. 1.2ed 29
Not analysed yet
Ἀσᾶνις Κενθνούφεως τῶν ἀπὸ κώμης Θερενούθεως τοῦ Προσωπίτου νομοῦ Πανούφει Τεσενούφεως τοῦ Τεσενούφεως τῶν ἀπὸ κώμης Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος χαίρειν. ὁμολογῶ πεπρακέναι σοι κάμηλον θηλεῖαν πρωτοβόλον κεχαραγμένην δεξιῷ μηρῷ καὶ δεξιᾷ σιαγόνι Ἀραβικῷ χαρακτῆρι φ… ἣν καὶ ἐγὼ αὐτὸς τυγχάνω …ρα… ἐωνημένος Οὐεγέτου τοῦ καὶ Σαραπίωνος στρατηγοῦ Ἡρακλείδου μερίδος καὶ ἀπέχω τὴν συμπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς τετρακοσίας πεντήκοντα, γίνονται δραχμαὶ υν καὶ βεβαιώσω πάσῃ βεβαιώσει ταύτην τοιαύτην ἀναπόριφον. ἔτους κα Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Μεχεὶρ ε.