Ancient Greek
P.Gen. 1 30
Documentary Papyri, P.Gen. 1.2ed 30
Not analysed yet
…ν Ποταμόνιος …τος ἱεροῦ Πη… Θεσενούπι Θεσενούπιος ἀπὸ Νήσου τοῦ Ἀρσινοείτου χαίρειν. ὁμολογῶ πεπρακέναι σοι κάμηλον θήλειαν ὑπόπωλον δευτεροβόλον πυρρὰν κεχαραγμένην Ἀραβικῷ χαράγματι ἐπὶ τῇ δεξιᾷ σιαγόνι η καὶ ἀπέχω τὴν τιμὴν ἀργυρίου δραχμὰς …κοσίας. καὶ βεβαιώσω πάσῃ βεβαίωσει ταύτην τοιαύτην ἀναπόριφον. ὁ δὲ …ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα εἰ μὴ Αἰγύπτια. ἔτους ε Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Παυνὶ κγ. ἀντίγραφον.