Ancient Greek
P.Gen. 1 35
Documentary Papyri, P.Gen. 1.2ed 35
Not analysed yet
Τασουχάριον Σώτου διὰ τοῦ ἀδελφοῦ Εὐδᾶ …Κασιανῷ δεκαδάρχῳ εἰλῆς Οὐετρανῆς Γαλλικῆς διαπεμφθέντι ὑπὸ Οὐολουσίου Μαικιανοῦ τοῦ λαμπροτάτου ἡγεμόνος πρὸς συνωνὴν καμήλων εἰς χρείαν τῆς εἴλης. πέπρακά σοι κατὰ τοῦτο τὸ χειρόγραφον καμήλους τελείους ἄρρενας δύο λευκοὺς κεχαραγμένους ἐπὶ τοῦ ὀπίσω δεξιοῦ μηροῦ τα καὶ ἀπέχω τὴν συνπεφωνημένην τιμὴν …ἀργυρίου δραχμὰς …καὶ βεβαιώσω ἀπὸ παντὸς τοῦ ἐπιλημψομένου. τὸ δὲ χειρόγραφον τοῦτο δισσόν σοι ἐξεδόμην, ὅπερ κύριον ἔστω πανταχῇ ἐπιφερόμενον, μένοντος κα… ἐγὼ Εὐδᾶς ἐξεδόμην σοι, ἑτέρου χειρογράφου πράσεως καμήλων μοι ὄντος. ἔτους β Αὐρηλίων Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν, Ἁθὺρ ιε.