Ancient Greek
P.Gen. 1 36
Documentary Papyri, P.Gen. 1.2ed 36
Not analysed yet
παρετέθη. Γλαυκίᾳ Ἑρμαΐσκου γυμνασιαρχήσαντι καὶ Ἀνουβίωνι ἀποδεδειγμένῳ γυμνασιάρχῳ καὶ Φῖβι διαδόχῳ οραπείας καὶ ἀρχιπροφητείας καὶ τοῖς σὺν αὐτοῖς οὖσι πρὸς κηδείᾳ τοῦ ἱερωτάτου Ἄπιδος Θαμόϊτος παρὰ Πεχύσιος Σαταβοῦτος ἱερέως σὺν ἑτέροις ἱερεῦσι Σοκνοπαίου θεοῦ μεγίστου καὶ τῶν συννάων θεῶν κώμης Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. παρήνεγκα καὶ παρέδωκα ὑπὲρ τοῦ προκειμένου ἱεροῦ ὑπὲρ ἀποθεώσεως Ἄπιδος Θαμόϊτος βύσσου στολίσματος πήχεις δέκα . ἔτους ια Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου, Ἁθὺρ ιθ. Ἀνουβίων Ἑρμαΐσκου σεσημείωμαι βύσσου πήχεις δέκα . Ἀνουβίων σεσημείωμαι. Ἀνουβίων ὁ καὶ Κολοσσίων σεσημείωμαι. Β…ουτας ἀπέσχον πήχεις δέκα . …