Ancient Greek
P.Gen. 1 38
Documentary Papyri, P.Gen. 1.2ed 38
Not analysed yet
Σαραπόδωρος καὶ Μυσθαρίων πράκτορες οὐσιακῶν Ἐπιπόλεως Ἡρακλείδου μερίδος Ἀρσινοείτου ἐπιτηρητῇ οὐσιακῶν ἐδαφῶν χαίρειν. ἔσχομεν παρὰ σοῦ ὑπὲρ τῆς ἐπιτηρήσεως Διονυσοδωριανῆς οὐσίας φοινικῶνος ἀρουρῶν ϛ 𐅵Στρατηγοῦ λεγομένου ὑπὲρ τοῦ διεληλυθότος ἑκκαιδεκάτου ἔτους τὰς συναγομένας δραχμὰς ἑκατὸν τεσσαράκοντα, γίνονται δραχμαὶ ρμ. Μυσθαρίων συνέσχον δραχμὰς ἑκατὸν τεσσαράκοντα, γίνονται δραχμαὶ ρμ. ἔτους ιζ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ, …