Ancient Greek
P.Gen. 1 37
Documentary Papyri, P.Gen. 1.2ed 37
Not analysed yet
Ἀπολλωτᾷ στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Σωτηρίχου Σώτου καὶ τῶν λοιπῶν πρεσβυτέρων διαδεχομένων καὶ τὰ κατὰ τὴν κωμογραμματείαν κώμης Σοκνοπαίου Νήσου. ἀντὶ Τρύφωνος Σεμπρωνίου καὶ Παουῆτις Πεκᾶτος καὶ Πνεφερῶτος Σώτου καὶ Ἁρπαήσεως Ἁρπαγάθου τῶν δ ἐν κλήρῳ πρακτορίας ἀργυρικῶν τῆς προκειμένης κώμης μὴ φαινομένων, δίδομεν τοῦς ὑπογεγραμμένους, ὄντας εὐπόρους καὶ ἐπιτηδείους, πεμφθησομένους εἰς κλῆρον τῷ κρατίστῳ ἐπιστρατήγῳ. εἰσὶ δέ· Σάτυρος Ἀσκληπιάδου ἔχων πόρον δραχμῶν ω Σώτας Σώτου ἐπικαλούμενος Ἀσίαρξ ὁμοίως δραχμῶν ω Παβοῦς Παβοῦτος ὁμοίως δραχμῶν ψ Στοτοῆτις Σώτου λαξὸς ὁμοίως δραχμῶν ψ Σωτήριχος ἐτῶν ν οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν ἔτους κϛ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Ἐπεὶφ κϛ.