Ancient Greek
P.Gen. 1 4
Documentary Papyri, P.Gen. 1.2ed 4
Not analysed yet
Γαίωι Οὐμβρίωι τῶι κρατίστωι δικαιοδότηι παρὰ Ἀκουσιλάου τοῦ Ἀριστοδήμου τῶν ἀπὸ τῆς μητροπόλεως τοῦ Ἀρσινοείτου νομοῦ. ἀπὸ πατρὸς καὶ πάππου ἀναγραφομένου μου ἐπὶ τῆς μητροπόλεως, κατʼ ἐπήρειαν ὁ τοῦ τόπου μου ἀμφοδάρχης Ὀνήσιμος ἀνεγράψατό με ἐπὶ κώμης Ἀργεάδος· οὗ χάριν ἐπὶ σὲ κατέφυγον τὸν πάντων βοηθόν, καὶ ἀξιῶ, ἐάν σοι δόξηι, κελεῦσαι γραφῆναι τῷ τῆς Ἡρακλείδου μερίδος στρατηγῶι Ἰουλίωι Ἰσοκράτει ἐξετάσαντι ἐπʼ ἀληθείαι δικαιοδοτῆσαι …