Ancient Greek
P.Gen. 1 3
Documentary Papyri, P.Gen. 1.2ed 3
Not analysed yet
Φρουρίῳ Πρόκλῳ ἑκατοντάρχῃ παρὰ Παβοῦτος καὶ Ἁρπαλου ἀμφοτέρων Μέλανος ἱερέων Νήσου Σοκνοπαίου. τοῦ προγεγραμμένου πατρὸς ἡμῶν, κύριε, τελευτήσαντος ἐφʼ ἡμῖν καὶ Στοτοήτι καὶ Τανεφρόνι κληρονόμοις, κατεθέμεθα ἀμφότεροι τὴν ὑπὸ αὐτοῦ καταλειφθεῖσαν ἑνδομενιάν. οὐδενὶ λόγῳ χρησάμενος ὁ προγεγραμμένος Στοτοῆτις κατὰ ἀπουσίαν ἐπελθὼν εἰς τὸν τόπον σὺν τῇ προγεγραμμένῃ Τανεφρόνι, οὗ ἀπέκειτο ἡ ἐνδομενια, τῶν σφραγίδων ἡμῶν κοινῇ πάντων ἐπικειμένων, καὶ βαστάξαντες τὰς ἐπικειμένας σφραγῖδας εἰσῆλθαν καὶ πάντα ἃ κατεθέμεθα ὑφείλαντο. ἡμων οὖν παραγενομένων διελέσθαι ὅ τε Στοτοῆτις τῇ ἑαυτοῦ δυνάμει πεποιθὼς ἐπεπήδησεν καὶ πληγὰς οὐ τὰς τυχούσας ἡμῖν ἐπήνεγκεν. ὅθεν ἀξιοῦμεν ἀχθῆναι αὐτοὺς ἐπὶ σὲ λόγον δώσοντας περὶ ὧν ἡμᾶς οὕτως διεπράξαντο. διευτύχει ἔτους …Ἀυρηλίων Ἀντωνίνου καὶ Κομμόδου τῶν κυρίων Σεβαστῶν, Θὼθ κγ.