Ancient Greek
P.Gen. 1 66
Documentary Papyri, P.Gen. 1.2ed 66
Not analysed yet
Αὐρήλιοι Ἀμωνιανὸς Ἑκύσις καὶ Ἀλλωνίου Τ…η… θίου καὶ Τιμαγένους Ἀσίωνος καὶ Ἀμοῦν Ἁτρῆ, ἀμφότεροι κωμάρχαι τῆς κώμης Φιλαδελφίας τοῦ Ἀρσινοίτου νομοῦ, Αὐρηλίᾳ Θεοδώρᾳ θυγατρὶ Κουειήους ἀπὸ τῆς αὐτῆς κώμης. ὁμολογοῦμεν μεμισθωκέναι σοι ἀπὸ ἀπόρων ὀνομάτων ἐν πεδίοις μέρους Τάνεως ὀνόματος Μαρία ἐν τόπῳ Ψανσαντῆ ἀρούρας ι δ εἰς σπορὰν τῆς εὐτυχούσης ε ἰνδικτίωνος καὶ ἃ πρὸς ἀναμέτρησιν σχοινίου καὶ βροχῆς ὑδάτων, καὶ ἔσχαμεν τοὺς φόρους πλήρης, καὶ οὐδένα λόγον ἔχομεν πρὸς σε. Αὐρήλιοι Ἀλλώνιος καὶ Ἀμωνιανὸς καὶ Ἀμοῦν καὶ Τιμαγένης οἱ προκείμενοι μεμισθώκαμεν ὡς πρόκειται. ὑπατείᾳ τοῦ δεσπότου ἡμῶν Γρατιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Φλαουίου Ἐκυτίου τοῦ λαμπροτάτου, Παχὼν α. Αὐρήλιος Κλαμάσιος ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων.