Ancient Greek
P.Gen. 1 67
Documentary Papyri, P.Gen. 1.2ed 67
Not analysed yet
τοῖς μετὰ τὴν ὑπατίαν Εὐχαιρίου καὶ Συαγρίου τῶν λαμπροτάτων Τῦβι κδ ια ἰνδικτίωνος. ὁμολογοῦσιν ἀλλήλοις Αὐρήλιοι Ἀμμωνιανὸς Πεκυσίου καὶ Ἀσάεις Ἁτρῆ καὶ Ἀπφοῦς Μαύρου καὶ Πουὰρ Ἀτίωνος, ἀμφότεροι ἀπὸ κώμης Φιλαδελφίας τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦμεν μεμισθωκέναι τῷ Αὐρηλίῳ Ὀλ Κουειήους ἀπὸ ἀπόρων ὀνομάτων ὀνόματος Γαΐων ἐν τόπῳ Θανεπλωροῖς ἀρούρας γ εἰς σπορὰν τῆς ιγ ἔτους ἰνδικτίωνος πρὸς ἀναμέτρησιν σχοινίου καὶ βροχῆς ὑδάτων. καὶ ἀπέσχαμεν τοὺς φόρους ἐκ πλήρους, τῶν δὲ δημοσίων πάντων πρὸς ἡμᾶς τοὺς μεμισθωκότας. ἡ μισθαποχὴ κυρία, καὶ ἐπερωτηθέντες ἀλλήλοις ὡμολογήσαμεν. Αὐρήλιοι Ἀμμωνιανὸς καὶ Ἀσάεις καὶ Ἀπφοῦς καὶ Πουὰρ οἱ προκείμενοι μεμισθώκαμεν τὰς προκιμένας ἀρούρας τρεῖς, ἀρούρας γ, καὶ ἀπέσχαμεν τοὺς φόρους ἐκ πλήρους ὡς πρόκειται. Αὐρήλιος Κλαμάσιος τό γραμματῖον ἔγραψα ὑπὲρ αὐτῶν γραμμάτων μὴ εἰδότων. μισθαποχὴ Ἀννιανὸς καὶ Ἀσάεις καὶ Πουὰρ καὶ Ἀπφοῦς ἀρουρῶν γ εἰς σποράν …