Ancient Greek
P.Gen. 1 68
Documentary Papyri, P.Gen. 1.2ed 68
Not analysed yet
προσεφώνησεν καὶ ὡμολόγησεν Αὐρήλιος Περγάμιος Κυρίλλου ἀπὸ κώμης Φιλαδελφίας τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογῶ ὁ προκείμενος Περγάμιος· ἐδεξάμην παρὰ τοῦ πριαμένου Ὀλ Κούειήους ἀπὸ τῆς αὐτῆς κώμης τὸ μέρος Κυρίλλου τοῦ ἡμετέρου ἀδελφοῦ Ὀλ πάντα τὰ ὑποτείνοντα αὐτῷ ἐκ τοῦ πατρός· πρόβατα ὀνύχινα τέλεια τεσσαράκοντα δύο, πρόβατα μβ, ἀρνία ἕνδεκα ,ἀρνία ια, αἶγας τέσσαρας, αἶγας δ, χίμαρον ἕνα χίμαρον α, μικρὰ δύο, μικρὰ β, χρυσίου ὁλοκοττίνους ὀκτώ, χρυσίου νομίσματα η, σάκκον κοῦφον ἕνα ,δίφρον ἕνα καὶ τὸ συντεῖνον αὐτοῦ ἑρματικὸν κράββατον ἕν, μέγαν δίφρον, ἐπὶ παρουσίᾳ Διδύμου καὶ Παύλου πρεσβυτέρου τῆς αὐτῆς κώμης, καὶ οὐδένα λόγον ἔχω πρὸς τὸν Αὐρήλιον Ὀλ, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Περγάμιος ὁ προκείμενος ἐδεξάμην τὸ μέρος Κυρίλλου παρὰ τοῦ Αὐρηλίου Ὀλ πάντα τὰ συντείνοντα αὐτῷ, εἴτε πρόβατον, εἴτε χρυσίον, εἴτε ἱματισμόν, εἴτε χαμαιεύνην, καὶ οὐδένα λόγον ἔχω πρὸς σὲ περὶ τούτου. Αὐρήλιος Κλαμάσιος Σαραπάμμωνος ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων τὸ σωμάτιον γράψας. Αὐρήλιος Ἀμάεις ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων καὶ μαρτυρῶ ὡς πρόκειται. μετὰ τὴν ὑπατείαν Εὐχαιρίου καὶ Συαγρίου τῶν λαμπροτάτων …Παχὼν ιγ τῆς ια ἰνδικτίωνος ἐν Φιλαδελφίᾳ.