Ancient Greek
P.Gen. 1 73
Documentary Papyri, P.Gen. 1.2ed 73
Not analysed yet
Παμοῦνις πρωταύλης Τεσενούφι Νίκωνος προστάτῃ χαίρειν. ὁμολογῶ λειτουργῆσαί σοι σὺν ἄλλοις παισταῖς τρισὶ ἐν κώμῃ Φιλαδελφίᾳ ἀπὸ Μεχεὶρ κδ ἀρχαίων εἰς ἡμέρας ἑπτά ,λαμβάνοντός μου παρὰ σοῦ εἰς μισθοῦ λόγον ἡμερησίως δραχμὰς εἴκοσι ὀκτώ ,σοῦ τρέφοντος ἡμᾶς καὶ παρεχομένου ξενίαν ἐπιτήδειον, καὶ εἰς τιμὴν φοίνικος ἀρτάβας τρεῖς παρὰ τοῦ κολληγίου ἀμέμπτως. ἔχω δὲ παρὰ σοῦ εἰς λόγον ἀρραβῶνος …