Ancient Greek
P.Gen. 1 74
Documentary Papyri, P.Gen. 1.2ed 74
Not analysed yet
Ἡραῒς Ἀγριππίνωι τῷ υἱῷ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ προκόπτειν. γίνωσκε, τέκνον, ἀπεληλυθέναι ἐμὲ καὶ Διόσκορον ἐπὶ τὸν στρατηγὸν μετὰ Ἀσκλᾶτος λέγοντος ὅτι· ἤνεγκα ἀναφόριον τοῦ δικαιοδότου καὶ ὅλως ἡμεῖς οὐδὲν βιβλίον εἴχομεν. διὸ ἐρωτηθεὶς ἐκλαβὼν ἀντίγραφον καὶ βαλὼν εἰς ἀγγεῖον σφράγισον, καὶ δώσεις τῷ ἀδελφῷ μου ἢ Ἰουλειανῶι ἢ Οὐαλερίῳ Ῥούφῳ καὶ ὅσα ἐὰν πέμψῃς, γράψον εἰς ἐπιστόλιον καὶ σφραγίσας πέμψον. καὶ δεῖ καταμεῖναι ἡμᾶς ἐπὶ τῆς πόλεως ἔτι ἡμέρας δέκα . ἤκουσεν ἡμῶν ὁ στρατηγὸς καὶ εἶπα αὐτῷ μὴ ἐγγίζειν τῷ γρ…ι μήτε αὐτὸν μήτε ἄλλον τινά· καὶ γὰρ Ἀντωνῖνος ἐπὶ τῆς πόλεως ἦν μεθʼ ἡμῶν, καὶ πολὺ ἡμῖν ἐβοήθησεν καὶ τὰ πρὸς Ἀπολινάριον καὶ ἐπὶ τῷ ἑκατοντάρχῃ καὶ ἐπὶ τῷ στρατηγῷ. καὶ σὺ αὐτῷ εὐχαρίστησον τὰ νῦν καὶ κόμισαι παρὰ Σερήνου τοῦ ἀδελφοῦ μου λήκυθον ἐλαίου καὶ ἄρτους μεγάλους τέσσαρας . ἀσπάζεταί σε Ἡραῒς καὶ Θερμοῦθις καὶ Ἡραῒς …