Ancient Greek
P.Gen. 1 75
Documentary Papyri, P.Gen. 1.2ed 75
Not analysed yet
Σαραπάμμων Νεφωτιανῷ τῷ πατρὶ πλεῖστα χαίρειν. ἔπεμψα πρός σε Δράκωντα καὶ Μέλανον μισθωτὰς τοῦ κυρίου μου Ἀμβροσίου, εἰσὶν γὰρ σκυτεῖς, ἵνα σκυτῇς μετʼ αὐτῶν ἕως ἐωνήσαντο κερατέας τῶν ἀκανθέων. καλῶς οὖν ποιήσεις παραπροσσχεῖν αὐτοῖς, ἵνα μήτις αὐτοῖς ἐπήρειαν ποιήσῃ, τόπον δὲ αὐτοῖς παράσχες αὐτοῖς ποῦ μείνωσιν. ἐρρῶσθαί σʼ εὔχομαι, πάτηρ, πολλοῖς ἔτεσιν. Αὐρηλίῳ Νεπωτιανῷ παρὰ Σαραπάμμωνος