Ancient Greek
P.Gen. 2 106
Documentary Papyri, P.Gen. 2 106
Not analysed yet
…Δημητροῦς Τε…ερέως μετὰ κυρίου τοῦ συνγενοῦς Ἰουλίου Τιβερίου Πα…α…εγεπέως Νεωτέρᾳ Πασε…επέως χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ χρῆσιν ἔντοκον ἀργυρίου δραχμὰς ἑκατὸν τεσσαράκοντα τέσσαρας γίνονται δραχμαὶ ρμδ ἃς καὶ ἀποδώσω σοι ἐν μηνὶ Τῦβι τοῦ εἰσιόντος ιη ἔτους Ἀντωνίνου Καίσαρος τοῦ Κυρίου. ἐὰν δὲ μὴ ἀποδῶ ἕως τῆς προθεσμίας ἐξεῖναί σοι καρπίσεσθαι ἀντὶ τῶν τόκων τὸ ὑπάρχον μοι ἐν τῇ κώμῃ ἥμισυ τρίτον μέρος τοῦ …ἐλαιουργείου τὸ ὑπάρχον μοι καὶ μέρος πατρικόν· τὸ δὲ χειρόγραφον κύριον ἕως ἀποδῶ ἃ παρέλαβον πάντα …ὡς ἐν δημοσίῳ ἀρχείῳ κατακείμενον χωρὶς ἐπιγραφῆς καὶ ἀλείφατος …ι…