Ancient Greek
P.Gen. 2 107
Documentary Papyri, P.Gen. 2 107
Not analysed yet
Οὐεγέτῳ στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Πτολεμαίου Χαιρᾶ ἀπὸ τῆς μητροπόλεως· τῇ ιϛ τοῦ ὄντος μηνὸς Μεσορὴ Ὡρίων Φακῆ καὶ Διόδωρος ἐπικαλούμενος Πανετὸλ ἐπὶ ξένης μου ὄντος γενάμενοι ἐν κτήματι Στρουθοῦ περὶ κώμην Βακχιάδα ἐβλαβοποίησαν …ἐξ αὐτοῦ φοίνικας δύο · ὧν τὴν ἀναζήτησιν ποιούμενος εὗρον παρʼ αὐτοῖς ἐν κώμῃ Νέστου καὶ ἐφείλκυσα καὶ παρεθέμην τῷ τῆς κώμης ἀρχεφόδῳ. ὅθεν ἐπιδίδωμι καὶ ἀξιῶ ἐν καταχωρισμῷ αὐτοῦ γενομένου μεῖναί μοι πρὸς αὐτοὺς τὸν λόγον καὶ ὦ βεβοηθημένος. ἔτους δ Ἀντωνείνου καὶ Οὐήρου τῶν Κυρίων Σεβαστῶν Μεσορὴ ιθ.