Ancient Greek
P.Gen. 2 114
Documentary Papyri, P.Gen. 2 114
Not analysed yet
ἔτους ιθ Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνείνου καὶ Πουβλίου Σεπτιμίου Γέτα Βρεταννικῶν Μεγίστων Εὐσεβῶν Σεβαστῶν Παῧνι κζ Κάρπος Φασεῖτος καὶ Νεμεσᾶς Κεφαλᾶτος καὶ μέτοχοι σιτολόγοι κώμης Φιλαδελφείας μεμετρήμεθα μέτρῳ δημοσίῳ ξυστῷ ἐπάετον εἰς Τεσενούφεως Νίκωνος Φιλαδελφείας δημοσίων πυροῦ ἀρτάβας ὀγδοήκοντα ὀκτὼ τέταρτον γίνονται πυροῦ ἀρτάβαι πη δ, ὁμοίως καὶ τῇ κθ τοῦ αὐτοῦ μηνὸς ἄλλας πυροῦ ἀρτάβας εἴκοσι γίνονται πυροῦ ἀρτάβαι κ, ὁμοίως καὶ τῇ α τοῦ Ἐπὶφ μηνὸς ἄλλας πυροῦ ἀρτάβας εἴκοσι δύο ἥμισυ ὄγδοον γίνονται πυροῦ ἀρτάβαι κβ 𐅵η. γίνονται ἐπὶ τὸ αὐτὸ τοῦ συμβόλου πυροῦ ἀρτάβαι ρλ 𐅵…η.