Ancient Greek
P.Gen. 2 115
Documentary Papyri, P.Gen. 2 115
Not analysed yet
μεμέτρηται εἰς τὸν δημόσιον θησαυρὸν διοικήσεως Σηβαέμφεως ἐπὶ τῆς ι Μεσορὴ γενήματος τοῦ ἐνεστῶτος δ ἔτους Μάρκου Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ Κυρίου Ἱέραξ ὁ καὶ Ἁρποκρατίων κριθῆς ἀρτάβας ἓξ γίνονται κριθῆς ἀρτάβαι ϛ διʼ ἐμοῦ Αὐρηλίου Ἁρποκρατίωνος βοηθοῦ.