Ancient Greek
116.1 to 116.22
Documentary Papyri, P.Gen. 2 116.1-22
Not analysed yet
τοη Αὐρηλία Γερμανία χρηματίζουσα μητρὸς Σοήριος ἀπʼ Ὀξυρύγχων πόλεως χωρὶς κυρίου χρηματίζουσα κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ Αὐρηλίᾳ Ἀμμωναρίῳ τῇ καὶ Ἀπολλωνίᾳ Θερμουθίωνος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ πεπρακέναι καὶ παρακεχωρηκέναι σοι ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον ἀπὸ τῶν ὑπαρχόντων μοι ἐν μὲν τῇ Ὀξυρύγχων πόλει ἐπʼ ἀμφόδου …οἰκίαν καινὴν καὶ τόπον καὶ αἴθριον καὶ αὐλὴν ἧς ἡ ἔξοδος παραφέρει εἰς ἄμφοδον Νότου Δρόμου καὶ τὸ ἐπιβάλλον μοι …οἰκίας ὅλης καινῆς μέρος ἀδιαίρετον ἀπὸ κοινοῦ πρὸς ἑτέρους· ἧς οἰκίας γείτονες νότου πρότερον Πλουτίωνος αὐλὴ νῦν δὲ …βορρᾶ ἐκ μὲν τοῦ ἀπὸ λιβὸς μέρους, Ἀθηναίου Σαραπίωνος, ἐκ δὲ τοῦ ἀπὸ ἀπηλιώτου ἄλλων οἰκόπεδα, λιβὸς δημοσία ῥύμη, ἀπηλιώτου ἐπί τι μέρος ἄλλη δημοσία ῥύμη καὶ ἄλλων οἰκόπεδα· καὶ ἐπʼ ἀμφόδου Νότου Δρόμου ἐκ νότου τῆς προκειμένης οἰκίαν ἄλλην ἧς γείτονες νότου ἄλλων οἰκόπεδα, βορρᾶ ἡ προκειμένη οἰκία καὶ αὐλὴ καὶ ἐπί τι μέρος δημοσία ῥύμη, ἀπηλιώτου ἄλλων οἰκόπεδα, λιβὸς πρότερον Ἀθηναίου Σαραπίωνος. περὶ δὲ κώμην Πέλα τῆς πρὸς λίβα τοπαρχίας ἐκ μὲν τοῦ Εὐβίου Ἱπ… κλήρου ἀμπελικοῦ κτήματος καὶ καλαμείας ἐπὶ τὸ αὐτὸ ἀρουρῶν τεσσάρων τετάρτου ὀγδόου ἄρουραν μίαν τέταρτον ὄγδοον ἑκκαιδέκατον σὺν τῷ αἱροῦντι μέρει τῆς ἀρούρης μιᾶς τετάρτου ὀγδόου ἑκκαιδεκάτου τῶν ἐνόντων ὑδρευμάτων καὶ μηχανῆς καὶ ἐπισκευῆς καὶ δικαίων καὶ συγκυρόντων πάντων· τῶν δὲ ὅλων γείτονες νότου αἱ ἑξῆς σιτικαὶ ἄρουραι πέντε ἥμισυ ὄγδοον δυοτριακοστόν ,βορρᾶ ἐκ μὲν τοῦ ἀπὸ λιβὸς μέρους αἱ ἑξῆς ἄρουραι δύο τέταρτον ,ἐκ δὲ τοῦ ἀπὸ ἀπηλιώτου ,πρότερον Αὐρηλίου Ἀχιλλέως, λιβὸς ἐκ μὲν τοῦ βορρᾶ διῶρυξ ἡ τῶν προκειμένων ἀρουρῶν δύο τετάρτου ,ἐκ δὲ τοῦ ἀπὸ νότου πρότερον Ἡρῴδου Ἀπίωνος γυμνασιαρχήσαντος· καὶ ἐκ τοῦ αὐτοῦ κλήρου σιτικοῦ μοναρτάβου ἀρούρας …τέταρτον ὄγδοον ἑκκαιδέκατον τετρακαιεξηκοστὸν οὔσας ἀπὸ κοινωνικῶν πρὸς τοὺς Χ…ου ἀρουρῶν δώδεκα ἡμίσους τετάρτου ὀγδόου δυοτριακοστοῦ οὐσῶν ἐν τέσσαρσι σφραγῖσιν ὧν γείτονες μιᾶς μὲν ἀρουρῶν δύο τετάρτου νότου καὶ ἀπηλιώτου ἡ προκειμένη ἄμπελος, βορρᾶ διῶρυξ μεθʼ ἣν πρότερον Διονυσίου ἄμπελος, λιβὸς πρότερον …αν…ήσαντος· ἑτέρας δὲ ἀρουρῶν πέντε ἡμίσους δυοτριακοστοῦ ,νότου γύης, βορρᾶ ἡ προκειμένη ἄμπελος ἀπηλιώτου πρότερον Ἰουλίου Τριαδέλφου καὶ ἄλλων, λιβὸς πρότερον τοῦ προτεταγμένου Ἡρῴδου Ἀπίωνος· καὶ ἄλλης ἀρουρῶν τριῶν νότου, πρότερον Σαραπίωνος τοῦ καὶ Ἀλεξάνδρου κοσμητεύσαντος, βορρᾶ γύης, ἀπηλιώτου Σευθοῦτος τῆς Π…ος, λιβὸς πρότερον