Ancient Greek
P.Gen. 3 137
Documentary Papyri, P.Gen. 3 137
Not analysed yet
…παρὰ …τῶν ἀπὸ Φιλαδελφείας. ὁ ἀδελφός μου …τ… λαογραφούμενος περὶ τὴν κώμην ἐτελεύτησεν τῇ δ τοῦ Χοιὰχ τοῦ ἐνεστῶτος ια ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος. διὸ ἀξιῶ, ἐὰν φαίνηται, συντάξαι τὸ αὐτοῦ ὄνομα περιαιρεθῆναι καὶ ἀνενεχθῆναι ἐν τῇ τῶν τετελευτηκότων τάξει ἵνʼ ὦ ἀναίτιος, καθάπερ καί εἰμι. εὐτύχει. ἔτους ια Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Χοιὰχ ιβ.