Ancient Greek
P.Gen. 3 139
Documentary Papyri, P.Gen. 3 139
Not analysed yet
Ἀπολλωνίῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πανεφρέμμεως Στοτοήτεως τρίτου Στοτοήτεως ἀπὸ κώμης Σοκνοπαίου Νήσου ἱερέως Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου καὶ τῶν συννάων θεῶν. ὁ συνγενής μου Στοτοῆτις Στοτοήτεως τοῦ Στοτοήτεως μητρὸς …τιος καὶ ὁ τούτου υἱὸς …ς ἱερεῖς α φυλῆς τῶν αὐτῶν θεῶν ἐτελεύτησαν τῷ Ἁδριανῷ μηνὶ τοῦ ἐνεστῶτος ιθ ἔτους. διὸ ἐπιδίδωμι εἰς τὸ ταγῆναι αὐτῶν τὰ ὀνόματα ἐν τῇ τῶν τετελευτηκότων τάξει.