Ancient Greek
P.Gen. 3 143
Documentary Papyri, P.Gen. 3 143
Not analysed yet
Σώτας Σώτᾳ τῷ φιλτάτῳ καὶ τιμιωτάτῳ πλεῖστα χαίρειν. καλῶς ποιήσεις ἐξετάσας τὰ περὶ τοῦ φροντιστοῦ Στοτοήτεως τοῦ φίλου, καὶ ἐξετάσας ἀνέσεις αὐτῷ, ἐπεὶ γὰρ καὶ αὐτὸς καθον… μηδέποτε μεμισθωκέναι αὐτῷ τὰς ἀρούρας. ἐξέτασον δὲ τοὺς πέρυσι καὶ προπέρυσι πράκτορας, καὶ, ἐὰν πεισθῇς περὶ τούτου, ἀπαρενόχλητον αὐτὸν ποιήσω. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε.