Ancient Greek
P.Gen. 3 140
Documentary Papyri, P.Gen. 3 140
Not analysed yet
ἔτους δευτέρου καὶ εἰκοστοῦ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἁθὺρ κα. διέγραψεν …καὶ μετόχοις πράκτορσι ἀργυρικῶν Βακχιάδος Λογγῖνος Κάστωρ ναύβιον κατοίκων πρώτου καὶ εἰκοστοῦ ἔτους δραχμὰς πέντε διώβολον, γίγνονται δραχμαὶ ε διώβολον, προσδιαγραφομένων χαλκοῦς 1, κολλύβου χαλκοῦς 1, συμβολικοῦ. ἔτους τρίτου καὶ εἰκοστοῦ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Θὼθ γ. διέγραψεν Ἀπολ καὶ μετόχοις πράκτορσι ἀργυρικῶν Βακχιάδος Λογγῖνος Κάστωρ ναύβιον κατοίκων δευτέρου καὶ εἰκοστοῦ ἔτους δραχμὰς πέντε διώβολον, προσδιαγραφομένων ὀβολοὶ 3 χαλκοῦς 1, κολλύβου ἡμιωβέλιον, συμβολικοῦ. ἔτους τρίτου καὶ εἰκοστοῦ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Μεσορὴ κθ. διέγραψεν Διονυσίῳ καὶ μετόχοις πράκτορσι ἀργυρικῶν Βακχιάδος Λογγῖνος Κάστωρ ναύβιον κατοίκων τοῦ αὐτοῦ ἔτους δραχμὰς πέντε διώβολον, γίγνονται δραχμαὶ ε διώβολον, προσδιαγραφομένων ὀβολοὶ 3 χαλκοῦς 1, κολλύβου ἡμιωβέλιον.