Ancient Greek
P.Gen. 4 171
Documentary Papyri, P.Gen. 4 171
Not analysed yet
……αι… γίγνωσκε ὅτι εἰς τὴν Μαξιμιανόπολιν ἐγενόμηνμετὰ τῶν φίλων αὐτοῦ καὶ εἶδον αὐτοὺς πληρώσαν τας …ν τὸν προνοητὴν αὐτῶν. περὶ δὲ τῶν …ἃ εἶπεν ἀπαίτει αὐτούς. ἐνόχλησον δὲ τοῖς καθημένοις ἐπὶ τῆς πόλεως. εἰσὶ δέ· …α …μαθέτω γὰρ Διόνυσιος ὁ προνοητὴς Διονυσίου ὅτι οὐ κατειλήφαμεν τὸν γεοῦχον αὐτοῦ καὶ οὐχ ὑπηντήσαμεν μηνιαίως τούτου ἀρκουμένου. ἀπέστειλα δέ σοι τὰς ἀποχὰς ἀχύρου τοῦ Ἡρακλᾶ καὶ Σανσνῶτος …σης καὶ περιστῇς Παθερμοῦθιν, ἕως τοῦ αὐτὸν εἰς τὸν μηνιαῖον τοῦτον εἰδέναι τίνας ἐζήτησεν ὁ στρατηγός, μὴ ἐνοχλῆσαι, τῷ τε πρὸς σὲ μὴ ἑτοίμως ἀπηντηκότι, εἰ οὖν ζητεῖ τούτους, ἐνοχλῆσαι. λημματισθήτωσαν δὲ αἱ ἀποχαὶ ἀχύρου ἵνʼ ἴδωσιν οἱ φίλοι. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριε ἄδελφε.