Ancient Greek
P.Gen. 4 172
Documentary Papyri, P.Gen. 4 172
Not analysed yet
Ἀθανάσιος Ἀμμωνίῳ γραμματεῖ Φιλαδελφίας. τὴν κάμηλον ἥνπερ πεποίηκάς με ἀγοράσαι νομισματίων πέντε καὶ γράμματος, ἣν ἔλεγόν σοι ὅτι γραῦς ἐστιν καὶ ἔλεγες μὴ εἶναι αὐτὴν γραῦν, καὶ τὸν πῶλον τῶν τεσσάρων χρυσίνων παρὰ γράμματος, τῆς μὲν γραΐδος οὐδεὶς παρεῖχεν εἰ μὴ χρύσινα τέσσαρα, τοῦ δὲ πώλου ὁμοίως εἰ μὴ τρία. μὰ τὴν γὰρ θείαν πρόνοιαν, ὁλόκληρον ἡμέραν ἐν τῇ ἀγορᾷ ἀπέμειναν καὶ οὐδεὶς παρέσχεν εἰ μὴ οὕτως ὡς προεῖπον τιμήν. εἰ οὖν βούλει με αὐτά σοι ἀποστεῖλαι ἢ οὕτως λογίσασθαι, δήλωσόν μοι· οὐ δύναμαι γὰρ ζημίαν ὑποστῆναι. ἐρρῶσθαί σε εὔχομαι.