Ancient Greek
P.Giss. 1 4
Documentary Papyri, P.Giss. 1 4
Not analysed yet
Ἀπολλωνίῳ στρατηγῷ Ἀπολλωνοπολίτου ἑπτακωμίας παρὰ Ψεαθύριος νεωτέρου Ψεαθύριος …καὶ Σενπαχομψάιτος νεωτέρας Ψεαθύριος τῶν ἀπὸ τῆς μητροπόλεως. τοῦ κυρίου ἡμῶν Ἁδριανοῦ Καίσαρος ὁμόσε ταῖς ἄλλαις εὐεργεσίαις στήσαντος τὴν βασιλικὴν γῆν καὶ δημοσίαν καὶ οὐσιακὴν γῆν κατʼ ἀξίαν ἑκάστης καὶ οὐκ ἐκ τοῦ παλαιοῦ προστάγματος γεωργεῖσθαι, αὐτοί τε βεβαρημένοι πολλῶι χρόνωι δημοσίοις …περὶ γραμματείαν μητροπόλεως, ὁ μὲν Ψεαθῦρις νεώτερος ἀνὰ β ιβ ἄρουραι η 𐅵ἀνὰ γ ιβ ἀρούρης η ιϛ λβ, ἡ δὲ Σενπαχομψᾶις Ψεαθύριος ἀνὰ δ ιβ α 𐅵η ιϛ, γίνονται ἄρουραι ι δ η, καὶ μόλις τυχόντες ταύτης τῆς εὐεργεσίας ἐπιδίδομεν τόδε τὸ ἀναφόριον ὑπισχνούμενοι τὰς προκειμένας ἀρούρας ι δ η ἀναλ…ν ἑκάστης ἀρούρης πυροῦ α κδ παραδεχομένης ἀβρόχου καὶ ἡμισείας ἐπηντλημένης κατὰ τὸ ἔθος. ἔτους β Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Τῦβι ιε. Ψεαθύρειος νεώτερος καὶ Σενπαχομψᾶεις ο… …Σενπαχομψάειτος ἐπιδέδωκα ὡς πρόκειται διὰ Ἀνταῖς υἱοῦ.