Ancient Greek
P.Giss. 1 5
Documentary Papyri, P.Giss. 1 5
Not analysed yet
Ἀπολλωνίῳ στρατηγῷ Ἀπολλωνοπολλίτου Ἑπτακωμίας παρὰ …θου Πόνσιος καὶ ἀδελφῶν τῶν ἀπὸ κώμης Ἰβιῶνος Νεβνᾶ. ἀναγράφονται ἐπʼ ὀνόματος ἡμῶν βασιλικῇ γῆι ἀνὰ …τῆς αὐτῆς κώμης Ἰβιῶνος Νεβνᾶ …ἀνὰ ἀρτάβας δ ιβ ἀρούρης 𐅵. ἐπεὶ οὖν τοσοῦτο τέλεσμα οὐ βαστάζει, αὐτοὶ δὲ, βαροῦμεθα τῶι τοσούτωι ἐκφορίῳ, ἐντεῦθεν ὑπεχόμεθα κατὰ τὴν εὐεργεσίαν τοῦ κυρίου Τραιανοῦ Ἁδριανοῦ Καίσαρος γεωργήσειν τὸ προκίμενον ἀνὰ ἑκάστης ἀρούρης α κδ παραδεχομένης ἀβρόχου καὶ ἐπηντλημένης κατὰ τὸ ἔθος. ἔτους β Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Τῦβι γ. …Ποῦνσις ἔγραψα ὑπὲρ ἐμαυτοῦ καὶ τῶν ἀδελφῶν