Ancient Greek
P.Giss. 1 48
Documentary Papyri, P.Giss. 1 48
Not analysed yet
Ποτάμων διέπων τὴν ἐγλογιστίαν Ἀνταιπολίτου Ἀρτεμιδώρῳ στρατηγῷ καὶ Πολυκλεῖ βασιλικῷ γραμματεῖ τοῦ αὐτοῦ νομοῦ τοῖς φιλτάτοις χαίρειν. ἐκ τῆς γενομένης ὑπʼ ἐμοῦ κατʼ ἐνκέλευσιν Κλαυδίου Ἰούλιανοῦ τοῦ διασημοτάτου ἐξετάσεως καὶ διακρίσεως, ὡς ἐνεδέχετο ἐκ τῶν πεμφθέντων βιβλίων …ἱκνουμένων ταῖς κατὰ χρόνους προσενεχθείσαις προσθήκαις κατὰ κυριακῆς γῆς ἐπί γε ἠπείρου ἢ νήσων, ἐγνώσθη ὅτι τὰ κατὰ χρόνους δοθέντα ἐπιθέματα ἀπὸ ιθ ἔτους θεοῦ Μάρκου οὐχ ἅπαξ παρεγράφη ἢ ἐπεσχέθη ὑπὸ τῶν βασιλικῶν γραμματέων, ἀλλʼ ὁποσάκις ἕκαστα προσηνέχθη, παρεγράφη ἑκάστου τῶν μισθωσαμένων διὰ τῆς ὑποσχέσεως προσγραφόντων ἐπὶ τῷ μὴ ἐνέχεσθαι ἐπιθέμασι προτέρων ἐτῶν. καὶ πάλιν τοῦ χρόνου τῆς μισθώσεως πληρωθέντος, ἐπισχεθῆναι δέον ἅπαξ ὁπότε προσηνέχθη συν …νεσθαι ὑπὸ τῶν τὴν παραγραφὴν ποιουμένων βασιλικῶν γραμματέων πρὸς τὸ …ον ἐν ἐποχῇ, καὶ εἰ μὲν πλέον ὑπʼ αὐτῶν, τὸ ὕστερον προσενεχθὲν ἐν πραξίμοις ἡγηθῆναι, εἰ δὲ ἔλαττον, καὶ τὸ μ… τοῦτο πλεονασματισθῆναι. ὅσα ἐκ ταύτης τῆς αἰτίας πρός με συνήχθη πλείω ἢ ἔδει τοῖς φόροις προστελούμενα καὶ ὅσα ἄλλα ἐστὶν ἐξ ἁπλοῦ ἐπιθέματος προσενεχθέντα τοῖς ἀνωτέρω ἔτεσι καὶ ἧς τὸν ὁρισμὸν νῦν πεποίηται Διόγνητος ὁ κράτιστος, καὶ ἐν μέρει μὲν τὸ κατὰ …οπο…, ἐν μέρει δὲ τὸ κατὰ τὰς προσδεισ…ρ…, πάλιν παραγραφῆναι ἀναγκαίως ὑποτάξας ἐπιστέλλω, φίλτατοι, ἵνʼ εἰδῆτε καὶ ἕκαστος τὰ ἴδια μέρη ἀναπληρώσῃ. ἐπὶ μέντοι τῶν ἔτους ιβ