Ancient Greek
P.Giss. 1 49
Documentary Papyri, P.Giss. 1 49
Not analysed yet
……τοῦ Σαραπίωνος καὶ …Διονυσίου τοῦ Διογένους ἀμφοτέροις ἀπʼ Ὀξυρύγχων πόλεως ἐπὶ χρόνον ἔτη τρία ἀπὸ τοῦ μηνὸς Φαμενὼθ τοῦ ἐνεστῶτος …ἔτους τὸν ὑπάρχοντα αὐτῇ ἐν τῇ αὐτῇ Ὀξυρύγχων πόλει ἐπʼ ἀμφόδου Παμμένους Παραδείσου …τόπον περι…ειπο…, ἐν ᾧ εἰσι καμάραι δύο καὶ φρέαρ, σὺν χρηστηρίοις πᾶσι, ἐνοικίου κατʼ ἔτος ἀργυρίου δραχμῶν ἑκατὸν τεσσαράκοντα καὶ κρέως χοιρείου κατὰ μῆνα ἕκαστον ὁλκῆς μνῶν δύο καὶ τοῖς Δημητρίοις κατʼ ἔτος δελφακίδα ἀξίαν δραχμῶν τριάκοντα δύο . βεβαιουμένης δὲ τῆς μισθώσεως ἀποδότωσαν οἱ μεμισθωμένοι τὸ μὲν ἐνοίκιον κατʼ ἔτος διʼ ἑξαμήνου τὸ ἥμισυ, τὰς δὲ τοῦ κρέως μνᾶς δύο κατὰ μῆνα ἕκαστον καὶ τὴν δελφακίδα τοῖς Δημητρίοις· καὶ χράσθωσαν τοῖς προκειμένοις τόποις ἀκωλύτως ἐπὶ τὸν χρόνον, μεθʼ ὃν παραδότωσαν τῇ μεμισθωκυίᾳ ὡς ἂν παραλάβωσι, γινομένης τῆς πράξεως παρά τε τῶν μεμισθωμένων …ὡς καθήκει. κυρία ἡ μίσθωσις …θέντες …ὡμολόγησαν. ἔτους …