Ancient Greek
P.Giss. 1 50
Documentary Papyri, P.Giss. 1 50
Not analysed yet
…τῆς αὐτῆς Ὀξυρύγχων πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι καψάρια πολιτικὰ δύο προγεγονότα τῷ μετηλλαχότι πατρί μου Εὐδαίμονι Σερήνου ὄντα ἐν τῷ γυμνασίῳ ἐν ταῖς Ἀντωνινιαναῖς καὶ Τραιαναῖς θερμαῖς ἀπὸ ια τοῦ ὄντος μηνὸς Παχὼν τοῦ ἐνεστῶτος ϛ ἔτους προσφέρων τῇ πόλει μετὰ τὰ κριθέντα τοῦ τελουμένου φόρου ὑπὸ τῶν καψαρίων τοῦ λούοντος βαλανείου κατὰ μῆνα ἕκαστον δραχμὰς δεκαεπτὰ ὀβολόν ,ἅσπερ κυρωθεὶς διαγράψω εἰς τὸν τῆς πόλεως λόγον κατὰ μῆνα ἕκαστον καὶ χρήσομαι τοῖς αὐτοῖς καψαρίοις ἀκωλύτως. ἐὰν δὲ μὴ κυρωθῶ, οὐ κατασχεθήσομαι τῇδε τῇ ὑποσχέσει, ἥτις κυρία. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ϛ Αὐτοκρατόρων Καισάρων Πουβλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουβλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιήνου Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν καὶ …