Ancient Greek
P.Giss. 1 52
Documentary Papyri, P.Giss. 1 52
Not analysed yet
ὑπατείας Φλαουίων Καισαρίου καὶ Ἀττικοῦ τῶν λαμπροτάτων. Αὐρηλίᾳ …τῇ καὶ Ἀθηνοδώρᾳ ἀπὸ Ἑρμοῦ πόλεως παρʼ Αὐρηλίας Παήσιος …ρ…νος ἀπὸ τῆς αὐτῆς πόλεως. βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρʼ ὑμῶν ἐφʼ ἐνιαυτὸν ἕνα λογιζόμενον ἀπὸ τοῦ ὄντος μηνὸς Τῦβι τῆς ἐνεστώσης ἑνδεκάτης ἰνδικτιόνος κέλλαν μίαν ἀπὸ τῆς ὑπαρχούσης ὑμῖν οἰκίας οὖσαν ἐν τῷ πυλῶνι …ν ἐπʼ ἀμφόδου Φρουρίου Λιβὸς πρὸς οἴκησιν ἐμὴν καὶ χρῆσιν ἐνοικίου κατὰ μῆνα ἀργυρίου ταλάντων …δηναρίων …· ὅπερ ἐνοίκιον ἀποδώσω ὑμῖν κατὰ μῆνα πρὸς λῆξιν ἑκάστου μηνὸς ἀνυπερθέτως, καὶ ἐπὶ τέλει τοῦ τῆς μισθώσεως χρόνου παραδώσω ὑμῖν τὴν αὐτὴν κέλλαν σὺν τῇ ἐφεστώσῃ αὐτῇ θύρᾳ ὡς παρείληφα ἐν οὐδενὶ καταβλάψασα πλὴν τῆς χρήσεως. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Παῆσις ἡ προκειμένη μεμίσθωμαι ὡς πρόκειται. …Ιωάννου ἔγραψα ὑπὲρ αὐτῆς …τουτο…μματιαν.