Ancient Greek
P.Giss. 1 53
Documentary Papyri, P.Giss. 1 53
Not analysed yet
……τῆς ἐνεστώσης …ἰνδικτιόνος ἀνυπερθέτως μέχρις ἀποδόσεως τῶν προκειμένων νομισματίων τεσσάρων ἃ καὶ ἀποδώσω σοι ὁπηνίκα ἐὰν βουληθῇς μετὰ καὶ τῆς συναχθησομένης ἐπικερδίας χωρὶς πάσης ἀντιλογίας, γινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. τὸ γράμμα κύριον, ὅ καὶ ἐξεδόμην σοι πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Μεχεὶρ κγ. Αὐρήλιος Δημήτριος Φιβίωνος ὁ προκείμενος ἔσχον τὰ τοῦ χρυσοῦ κεφαλαίου νομισμάτια τέσσαρα καὶ ἀποδώσω μετὰ τῆς ἐπικερδίας ὡς πρόκειται. Αὐρήλιος Ἑρμογένης συναλλαγματογράφος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. καὶ διʼ ἐμοῦ Ἑρμογένους Ἕρμονος ἐγράφη.