Ancient Greek
P.Giss. 1 55
Documentary Papyri, P.Giss. 1 55
Not analysed yet
τῷ ἀγαπητῷ καὶ θεοσεβεστάτῳ ἀδελφῷ καὶ συλλιτουργῷ Σαραπίωνι πρεσβυτέρῳ Ἥρων πρεσβύτερος ἐν κυρίῳ χαίρειν. γενόμενος εἰς Ἀφροδίτην τὴν κώμην ἠξιώθην παρὰ τῶν ἐκεῖσε πρεσβυτέρων γράψαι πρὸς τὴν σὴν ἁγιότητα περὶ Σανσνεῦτός τινος πρὸ πολλοῦ χειροτονηθέντος παρὰ τοῦ τῆς μακαρίας μνήμης Φοιβαδίου τοῦ ἐπισκόπου …τὸν δι…κα… τὴν σὴν θεοσέβειαν …ει…χ…τασει…κ τῆς κώμης αὐτοῦ. ἐπεὶ οὖν μαρτυρεῖται παρὰ τῆς κώμης αὐτοῦ καὶ παρʼ αὐτῶν τῶν κληρικῶν ὡς ἀνεπίλημπτον βίον ἔχων, καταξίωσον κελεῦσαι ἀχθῆναι ὡς διάκονον ἕως ἂν σὺν θεῷ δυνηθῇ ἐπαναστρέψαι ἐπὶ τὴν ἰδίαν κώμην. σὲ καὶ τοὺς σὺν σοὶ ἀδελφοὺς ἐγὼ καὶ οἱ σὺν ἐμοὶ ἐν κυρίῳ προσαγορεύομεν· ἐρρῶσθαί σε ἐν κυρίῳ εὔχομαι ἀγαπητὲ καὶ ποθεινότατε πάτερ. τῷ ἀγαπητῷ καὶ θεοσεβεστάτῳ ἀδελφῷ καὶ συ…Σαραπίωνι ….