Ancient Greek
P.Giss. 1 54
Documentary Papyri, P.Giss. 1 54
Not analysed yet
Κυρίῳ μου τιμιωτάτῳ ἀδελφῷ Ὀλυμπιοδώρῳ καὶ Ἑρμαείωνι Κῦρος ἐν κυρίῳ χαίρειν. παρφρεύω εὑρὼν ὑμῖν διὰ τοῦ ἀδελφοῦ Κανδισανοῦ ἔσπευσα προσαγορεύων τὴν ὑμῶν διάθεσιν, ὅπως ὑγιαίνοντες καὶ εὐθυμοῦντες ἀπολάβητε τὰ παρʼ ἐμοῦ γράμματα. ἤκουσα, ὅτι ὠνομάσθης, Ἑρμαείων, ὑπὸ τοῦ μελλοπροέδρου διαδότης τῆς Συήνης, καὶ εἰ μὲν ἔμαθες, ὅτι ἐκηρώθη ἡ ὀνομασία σοῦ, ταχέως κατάλαβʼ ἐπὶ τῶν τόπων, ἵνα καταλάβῃς τὰ πλοῖα τῆς νέας ἐκταγῆς. πολλοὶ γὰρ σῖτον καὶ κριθὰς ἐνετάγησαν εἰς τὰ μέρη ἐκεῖνα ἀπὸ Ἀντινόου ἕως Διοκλητιανοῦ πόλεως καὶ πολλὰ πλοῖα παρῆλθεν γομώμενα. σπούδασον οὖν μετὰ τῶν ἑτέρων σου καταλαβεῖν, ἵνα μὴ οἱ ἀπὸ διαδοτῶν λάβοιντο τὸ κέρδος ὑμῶν. καὶ βοήθησον πανταχόθεν, τιμιώτατε Ὀλυμπιόδωρε, τυπῶν τὸν σῖτον τὸν δημόσιον τῆς κτήσεως ἡμῶν, ἵνα μὴ ἐπηρεασθῇ ἡ οἰκία. καὶ ἀπέστειλα ὑμῖν τὰ ἐντάγια διὰ Πεινουθίωνος χαλκωμᾶτος καὶ Ματίνου τῶν ἀννωνῶν τῆς νέας ἰνδικτιόνος, ἵνα λάβῃς τούτων τὰς ἀποχάς. καὶ καταξίωσον διὰ τὸν θεὸν προσέχειν τῷ ὑμετέρῳ κυρίῳ Ἀσυγκρήτῳ προσαγορεύω ὑμᾶς πάντας κατʼ ὄνομα. προσαγορεύω τὸν πατέρα μου Ἄτα Λαυρῖνον καὶ Ἄπα Παρ…υ. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις ἐν κυρίῳ. προσαγορεύω τὸν κύριόν μου …β…γι… μετὰ τῶν παιδίων αὐτοῦ κατʼ ὄνομα καὶ περὶ τῆς ὑγιείας αὐτοῦ. προσαγορεύω το… παιδίοις Μὰνθ καὶ Παυλ…ν. …μπ… …ρο…λ…ανηρ…υ καὶ Κῦρος διάκων.