Ancient Greek
P.Giss. 1 6 col. 2
Documentary Papyri, P.Giss. 1 6colii
Not analysed yet
Ἀπολλωνίῳ στρατηγῷ Ἀπολλωνοπολίτου Ἑπτακωμίας παρὰ Βοκῶτος Παντβῶτος καὶ Ἁρτβῶτος καὶ Παχοῦμις καὶ Ἁρτβῶς …ἀναγράφονται ἡμῖν βασιλικὴν γῆν περὶ κωμογραμματείαν Πώεως ἀνὰ …καὶ περὶ κωμογραμματείαν Τερύθεως ἐπʼ ὀνόματος Βοκῶτος μόνου ἀνὰ δ ιβ …. ἐπεὶ οὖν τοσοῦτον τέλεσμα οὐ βαστάζουσιν, αὐτὸς δὲ βαροῦμαι τοῖς ἐκφορίοις, ἐντεῦθεν ὑπέχομαι κατὰ τὴν τοῦ κυρίου Ἁδριανοῦ Καίσαρος εὐεργεσίαν γεωργήσειν τὰς προκειμένας ἀρούρας ἀνὰ α κδ ἑκάστης ἀρούρης παραδεχομένης μοι τῆς ἀβρόχου καὶ τῆς ἡμισείας τῆς ἐπηντλημένης κατὰ τὸ ἔθος, περὶ μὲν κωμογραμματείαν Τερύθεως ἀβρόχου. ἔτους β Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Ἀρίστου Σεβαστοῦ Χοιὰκ ε. Βοκῶς Παντβῶτος καὶ Ἁρτβῶς καὶ Παχοῦμις καὶ Ἁρτβῶς νεώτερος ἀδελφοὶ ἐπιδεδώκαμεν ὡς πρόκειται. Β…ς νεώτερος Π…τος ἔγραψε ὑπὲρ αὐτῶν διὰ τὸ μὴ εἰδέναι γράμματα.