Ancient Greek
P.Giss. 1 6 col. 1
Documentary Papyri, P.Giss. 1 6coli
Not analysed yet
Ἀπολλωνίωι στρατηγῶι Ἀπολλωνοπολίτου Ἑπτακωμίας παρὰ Ψε…ουβ… Α…. ἀναγράφονται ἐπʼ ὀνόματός μου βασιλικῆς γῆς περὶ κωμογραμματείαν Τερύθεως ἀνὰ ε ιβ ἀρούρης δ ἀνὰ γ ιβ ἀρούρης 𐅵δ η …. ἐπεὶ οὖν τοσοῦτο τέλεσμα οὐ βαστάζουσι, αὐτὸς δὲ βαροῦμαι τῷ ἐκφορίῳ, ἐντεῦθεν ὑπέχομαι κατὰ τὴν εὐεργεσίαν τοῦ κυρίου Ἁδριανοῦ Καίσαρος γεωργήσειν τὰς προκιμένας ἀρούρας α η ἀνὰ ἀρτάβην α κδ ἑκάστης ἀρούρης παραδεχομένης μοι τῆς ἐν ἀβρόχωι καὶ τῆς ἡμισείας τῆς ἐπηντλημένης κατὰ τὸ ἔθος. ἔτους β Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Χοίακ …Ψ…φις Αρψ…τ…ς ἐπιδέδωκα …ἔγραψα Ταπαεῖκις Ὀννώφριος ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.