Ancient Greek
P.Giss. 1 7
Documentary Papyri, P.Giss. 1 7
Not analysed yet
……ν …ου ……τὴν …Ἁδριανοῦ …βεβαρημένος …κωμογρ …ς τυχών ……α κδ …ἐπηντλημένης ……Σεβαστοῦ …λ Ἀπολλωνίωι στρατηγῶι Ἀπολλωνοπολίτου ἑπτακωμίας παρὰ Βοβλιλοῦτος Βοβλιλοῦτος τῶν ἀπὸ κώμης Πώεως. παραγράφομαι βασιλικῆς ἀνὰ ε ιβ ἀρούρης δ περὶ κωμογραμματείαν Πώεως, ἐξ οὗ μόνον σώζεται ἀρούρης η καὶ ὁμοίως περὶ τὴν αὐτὴν Πῶιν ἀνὰ β βασιλικῆς ἀνυπάρκτου ἀρούρης δ καὶ ὁμοίως περὶ Τερῦθιν ἄλλο βασιλικῆς ἀνὰ β ἀρούρης δ. ἐπεὶ οὖν ὁ κύριος ἡμῶν Ἁδριανὸς Καῖσαρ Σεβαστὸς Γερμανικὸς Δακικὸς Παρθικὸς ἐκούφισεν τῶν ἐνχωρίων τὰ βάρη καθολικῶς διὰ προγράμματος, ἀξιῶ τοιούτου ὄντος τοῦ βάρους καὶ τῆς σῆς χρηστότητος δεομένου τοῦ μὲν ἀνὰ ε ιβ ἀρούρης η καὶ τοῦ ἀνὰ β ἀρούρης δ περὶ Πῶιν ἀνυπάρκτων ὄντων ἀπολυθῆναι, τὸ δὲ λοιπὸν ἀνὰ ε ιβ η περὶ Πῶιν καὶ τὸ περὶ Τερῦθιν ἀνὰ β ἀρούρης δ ἐντεῦθεν ὑπισχνοῦμαι γεωργήσειν ἐπὶ πυροῦ α κδ …ἀρούρης δ η, ἵνʼ ὦ ἐκ τῶν τοῦ κυρίου ἐντολῶν προνοούμενος. …