Ancient Greek
P.Giss. 1 8
Documentary Papyri, P.Giss. 1 8
Not analysed yet
…α…ωνικομι…το παλιν …πλεύσας καὶ τὴν συμφωνηθεῖσαν τιμὴν τῷ Ἀπολλωνίῳ ἀριθμήσας ἔσχον τὴν πρᾶσιν κατὰ χειρόγραφον αὐτοῦ ἰδιόγραφον ἐπʼ ὀνόματος τοῦ Ἁρποκρᾶ. ἐπεὶ δὲ σήμερον μεταλαμβάνω Πετοσῖρίν τινα Παχομψάιτος ἀπογεγράφθαι εἰς τὴν τῶν ἐνκτήσεων βιβλιοθήκην ἀντίγραφον χειρογράφου ὡς γενομένης αὐτῷ ὑπὸ τοῦ Ἀπολλωνι… πράσεως τῶν αὐτῶν τόπων ἐπὶ μηνὸς Θὼθ τοῦ αὐτοῦ γ ἔτους καὶ βούλεσθαι τούτους μεταπωλῆσαι, ἀναγκαίως προῆλθον διὰ τοῦδε τοῦ ἀναφορίου ἀξιῶν ἐπισχεθῆναι τὴν πρᾶσιν μέχρι ἂν περὶ τούτου κριθῶμεν, ἵνʼ ὦ βεβοηθημένος. διευτύχει. ἔτους γ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαρμοῦθι δ. Ψενπαχοῦμις Ἁρτβῶτος διὰ Ἁρποκρᾶ υἱοῦ ἐπιδέδωκα ὡς πρόκειται.