Ancient Greek
P.Giss. 1 21
Documentary Papyri, P.Giss. 1
Not analysed yet
Εὐδαιμονὶς Ἀπολλωνίωι τῶι υἱῶι πλεῖστα χαίρειν. λίαν ἐχάρην ἀκούσασα ὅτι ἔρρωσαι καὶ ἡ ἀδελφή σου Σοῆρις. ἀφʼ ᾗς ἡμέρας ἔπεμψάς μοι, ἐζήτησα τὸ λακώνιον καὶ οὐχ εὗρον ἀλλὰ ἀτταλιανὸν σαπρόν. οὐκ ἀγνοεῖς δὲ ὅτι ἡμιλίτριον ἔδωκας καὶ δραχμὰς β ὁλκῆς εἰς τὸ συνθεσείδιον τὸ λευκόν. διὸ δαπανᾶς λίτραν μίαν καὶ ὁλκῆς στατῆρα. ἀγοράσεις οὖν καὶ πέμψεις, ἵνα ταχέως σοι πεμφθῇ. παρακαλῶ δέ σε μένε ἐπὶ σαυτοῦ, ἵνα μή με λυπήσῃς ειμα…α…ον…. ἄσπασαι Ἀλινὴν τὴν ἀδελφήν σου. εὐχάριστεῖ σοι λίαν Σοῆρις καὶ ἔγραψέ μοι ἐπιστολὴν περὶ τούτου. ἀσπάζεταί σε καὶ τὴν μητέρα Ἡραιδοῦς ἡ μικρά. ἔρρωσο τέκνον. Χοίακ κδ. Ἀπολλωνίωι στρατηγῶι Ἀπολλωνοπολίτου.