Ancient Greek
P.Giss. 1 22
Documentary Papyri, P.Giss. 2
Not analysed yet
Εὐδαιμονὶς Ἀπολλωνίωι τῶι …μοτάτωι υἱῶι πολλὰ χαίρειν. πρὸ πάντων εὔχομαί σε τὸν ἀγαθὸν ἀσπάσασθαι καὶ τὴν γλυκυτάτην σου ὄψιν προσκυνῆσαι νῦν ὄντως ἀμοιβὴν ἤδη τῆς εὐσεβείας μου ἀπολαμβανούσης σε ἀπρόσκοπον καὶ ἱλαρώτατον. ταῦτά μοι ἡ πᾶσα εὐχή ἐστι καὶ μέριμνα. ταῦτα καὶ θεοῖς ἀρέσκει διει…ε μοῦ καὶ νι…εαος εὐσεβεία. ……σιαν ἐνδι Ἀπολλωνίωι ἀπὸ Εὐδαιμονίδος.