Ancient Greek
P.Giss. 1 77
Documentary Papyri, P.Giss. 15
Not analysed yet
Τεεὺς Ἀλινῇ τῇ κυρίᾳ χαίρειν. πρὸ πάντων σε ἀσπάζεται Ἡραιδοῦς καὶ ἀσπάζομαι πάντας τοὺς σούς. ὅτε δὲ παρεγένοντο ἐντάδε ἡμῖν ο…ηωτ… ἐμαυτῆς, ὅτε λείπω τ…της γέγονε, τότε ἔγνων, ὅτι ἔπεμψάς μοι τὸν κιθῶναν. λείαν δέ σοι εὐχαριστήσω παρὰ πᾶσι τοῖς θεοῖς, ὅτι σύ με ἐνδέδυκας . γένοιτο δʼ ἐμέ σε ἐπʼ ἀγαθῷ προσκυνῆσαι ἔχουσα ἀρσένιον καὶ διο… παρακληθείσας υπ ρια διὰ Χ… πρὸς Ἀμοῦνιν. δόξαν ὅτι ἐγώ εἰμι ἐχόμενά σου καὶ εἴ τι μέλλεις μοι δοῦναι προσ…λυη παροψιδιν η…χ ειαγα…ους ἀντʼ ἐμοῦ καὶ πέμψον μοι ἃ ἔχεις. ἔρρωσο κυρία. Ἁθὺρ κγ. ἀπόδος Ἀλινῇ.