Ancient Greek
P.Giss. 1 78
Documentary Papyri, P.Giss. 16
Not analysed yet
Ἀλινὴ Τετῆτι τῆι μητρὶ χαίρειν. περὶ τῆς πράσεως τῶν ἱματίων ἐδήλωσάς μοι. καλῶς δὲ ποιήσεις καὶ περὶ τὰ λοιπὰ ἐνεργήσασα. πέπεισμαι ὅτι …νευν σου ἀπέσπακα, ἀναγκαίως δὲ ὡς οἶδας καὶ διὰ τὸν …εικιον, ἕως ἂν ἐπʼ ἀγαθῷ πο…ως ε…ρεώθη. ἡ μικρά μου Ἡραιδοῦς γράφουσα τῶι πατρὶ ἐμὲ οὐκ ἀσπάζεται καὶ διὰ τί οὐκ οἶδα. ἐρρῶσθαί σε εὔχομαι. Τετῆτι μητρί.