Ancient Greek
P.Giss. 1 80
Documentary Papyri, P.Giss. 17
Not analysed yet
…ἄδελφε ……σου. ἀσπάζεταί σε Ἡραιδοῦς καὶ Ἡμου…ήτης καὶ Ἑλένη καὶ Τινοῦτις καὶ ὁ πάπας αὐτῆς καὶ πάντες ἐν οἴκῳ καὶ ἡ μήτηρ τῆς γλυκυτάτης Ἡραιδοῦτος. τὰ περιστερίδια καὶ ὀρνυθάρια, ἃ οὐκ ἤωθα ἔσθειν, πέμψον …τῷ καθηγητῇ Ἡραιδοῦτος, ὃν παρεκάλεσε Ἑλένη ἡ μήτηρ Ἀπολλωνίου διὰ χερὸς ἔχειν Ἑρμαῖον τὸν υἱὸν αὐτῆς. ὅσα ποτὲ οὐκ ἔφαγον παρὰ σοῦ ἀφεστια …ας, πέμψον τῷ καθηγητῇ τῆς θυγατρός μου, ἵνα φιλοπονήσῃ εἰς αὐτήν. ἐρρῶσθαί σε εὔχομαι. Χοίακ ιζ.