Ancient Greek
P.Giss. 1 26
Documentary Papyri, P.Giss. 25
Not analysed yet
Ἀπολλώνιος Ἡρακλείωι τῶι φιλτάτῳ χαίρειν. Ἀνουβίων ὁ ἀδελφός μου ἠρώτησε τὸν κράτιστον στρατηγὸν Ἀπολλώνιον περί τινων ἐν Ἑρμοπολείτηι …ἔγραφέ σοι περὶ τούτου ……Ἀνουβίων γράψηι τοῦτο αὐτῶι παρὰ σοῦ ἀναγκαίως σε… λω, φίλτατε, ἐπεὶ χρεία ἐστὶν ἡμεῖν ἄρτων …υπολειτικῶν τ ἡμιχοινικείων, οὓς παραδώσεις τοῖς ἐνθάδε, τὴν δὲ ἐπιστολήν μου ταύτην ἀνάπεμψαι εἰς Ἑπτακωμίαν …συναγομένας ἐκ τοῦ …δώσι ἐμοὶ …Ἀπολλωνίου. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε Ἡράκλειε. ι Ἡρακλείωι ἐπιτρόπῳ Ἀπολλωνίου στρατηγοῦ Ἑπτακωμίας.