Ancient Greek
P.Giss. 1 25
Documentary Papyri, P.Giss. 26
Not analysed yet
Συρίων Αἰλουρᾶι τῶι φιλτάτωι χαίρειν. ἀσπάζομαί σε καὶ τὰ ἀβάσκαντά σου παιδία. Ἀπολλωτᾶς συνλαμβανόμενός μοι ἐν τῶι πράγματι Διοσκόρου Διονυσίου ἔδωκέ μοι ἐπιστολὴν πρὸς τὸν στρατηγὸν δεόμενος αὐτοῦ ὅπως πέρας ἐπιθῆι τῷ πράγματι. συνήλιξα οὖν τὴν ἐπιστολὴν Ἀπολλωτᾶτος τῇ Ἑρμοφίλου· συνέστησα γὰρ αὐτὸν διὰ τό σε τότε καταπεπλευκέναι. παρακαλῶ οὖν σε συνελθεῖν Ἑρμοφίλῳ πρὸς Ἡράκλειον τὸν τοῦ Ἀπολλωτᾶτος, ἵνα περισσοτέρως αὐτῷ μελήσῃ διὰ τὸ ὐμῖς αὐτὸν προτρέπεσθαι· καὶ αὐτὸς γὰρ προσηγγείλατό μοι διʼ Ἀτ… ἑαυτὸν …ἔτη πάλιν ἐν Ἀλεξανδρείᾳ τὸν προπάτορα …τον προσγέγραπται π…τυψει του…ο …ε… …ταω… …ω…ε… ἀπὸ Συρίωνος δὸς τῷ Αἰλουρᾷ.