Ancient Greek
P.Got. 10
Documentary Papyri, P.Got. 10
Not analysed yet
Αὐρήλιος Ἰσίδωρος …Λουκίου Αὐρηλίῳ Ἔρωτι γεωργῷ πολλὰ χαίρειν. μέτρησον Αὐρηλίῳ Ἱέρακι φίλῳ ἀφʼ ὧν ὀφείλεις μοι φόρων γενήματος πυροῦ ἀρτάβας εἴκοσι ,γίνονται πυροῦ ἀρτάβαι κ, καιρῷ συνκομιδῆς, καὶ μὴ αὐτὰς ἀποκαταστήσῃς μοι διὰ τὸ εἰς ἐμὲ μεμετρῆσθαι παρʼ αὐτοῦ τὰς ἴσας. ἔτους ιγ, Μεχεὶρ ιζ. Αὐρηλι …