Ancient Greek
P.Got. 11
Documentary Papyri, P.Got. 11
Not analysed yet
……ἐγώ τε καὶ οἱ σὺν ἐμοί σε προσαγορεύομεν ἐν κυρίῳ. καθὼς δέ σοί ἐστιν πᾶσι τοῖς ἀδελφοῖς ἐν κυρίῳ βοηθεῖν, καὶ ταύταις ἀγομέναις πρὸς τὸν ἐπίτροπον ἐπιδώσεις τὴν ἀγάπην σου, διʼ ὧν ἐὰν παράσχῃ αὐταῖς. ἐρρῶσθαί σε εὔχομαι ἐν κυρίῳ.