Ancient Greek
P.Graux 2 10
Documentary Papyri, P.Graux 2 10
Not analysed yet
Σερουίλιος Νεμεσίωνι τῷ ἀδελφῷ πλεῖστα χαίρειν καὶ ὑγιαίνειν. ἅ μοι ἔγραψας ἐπὶ τῇ ἐπιστολῇ πεποίηκα· δέξαι παρὰ Ἰουλίου τοῦ γαμβροῦ μου χάρτας πέντε καὶ κοτύλην καὶ τέταρτον ῥοδίνου Ἰταλικοῦ πρώτου· τῆς κοτύλης ἔδωκα δραχμὰς η μετὰ χάριτος καὶ δέξαι παρὰ Ἀντωνίου τοῦ Λεωνίδου στρατιώτου ἐκ σπείρης δακτυλίδιον τεταρτῶν δύο· λιθάριον σιλφίου οὐχ εὗρον πρὸς ὃ ἔγραψάς μοι, ἠγοράσθη δὲ δραχμῶν β τριωβόλου ἐν ᾧ ἐστιν Ἁρποχράτης· ταῦτα δέξαι παρὰ Ἀντωνίου καὶ χαλκάνθου ἡμιμναῖον· δέξαι αὐτὰ ἐσφραγισμένα ὥς μοι γράφεις καὶ ὧδε χάλκανθος οὐχ εὑρίσκεται καὶ σφυρίδιν τραγημάτων καὶ στροβίλους δέκα τοῖς παιδίοις. ὃ ἐὰν χρῄζῃς γράφε καὶ ποιήσω καὶ σὺ συνγενοῦ μετὰ Ἰουλίου τοῦ γαμβροῦ μου ἕως λάβητε ἢ τὸν σῖτον ἢ τὸ ἀργύριον· ἂν λάβῃς τὸν σῖτον πώλησον αὐτὸν τῆς οὔσης τιμῆς. ἐπισκοποῦ τὰ παιδία καὶ Θερμουτιν καὶ τοὺς ἐν οἴκῳ πάντας καὶ γράφεις μοι περὶ ἀνθρώπων ὧν οὐκ οἶδα· ἀπῆλθον εἰς τὴν Ἡρακλείδου καὶ οὐχ εὗρόν τι ……Νεμεσίωνι εἰς Φιλαδέλφειαν