Ancient Greek
P.Graux 2 9
Documentary Papyri, P.Graux 2 9
Not analysed yet
Αὔλωι Ἀουιλλίωι Φλάκκωι παρὰ …νος καὶ …νος λογευτῶν λαογραφίας Φιλαδελφείας τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἔστι τὸ καθʼ ἓν ὧν κακῶς ἐσείσθημεν ὑπὸ Διονυσίου τοῦ Ἀλκίμου γενομένου γραμματέως Διονυσοδώρου στρατηγοῦ καὶ τῶν τοῦ Διονυσίου γραμματέων καὶ παιδαρίων ἀπὸ τοῦ ιϛ ἔτους ἕως Παῦνι τοῦ ιθ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ. ἐπὶ μὲν τοῦ ιϛ ἔτους μηνὶ Σεβαστῶι ἀριθμήσεως γραμματικοῦ δραχμαὶ μ ἑορτῆς δραχμαὶ κ …Καισαρείοις δραχμαὶ κ Φαῶφι ἀριθμήσεως δραχμαὶ μ μηνὶ Νέωι Σεβαστῶι γραμματικοῦ ἀριθμήσεως δραχμαὶ μ ἑορτῆς δραχμαὶ κ Σκαπλᾶτι παιδαρίωι δραχμαὶ κ Χοιὰχ γραμματικοῦ ἀριθμήσεως δραχμαὶ μ Τῦβι γραμματικοῦ ἀριθμήσεως δραχμαὶ μ Μεχεὶρ γραμματικοῦ ἀριθμήσεως δραχμαὶ μ Σκάπλᾳ παιδαρίωι δραχμαὶ κ χειμερινῆς χειρογραφίας διὰ Μαρωνᾶτος βιβλιοφύλακος δραχμαὶ κ αὐτῶι Μαρωνᾶτι …Φαμενὼθ ἀριθμήσεως γραμματικοῦ δραχμαὶ μ ἑορτῆς Σουχείων δραχμαὶ …Σκάπλᾳ παιδαρίωι δραχμαὶ ιβ Φαρμοῦθι γραμματικοῦ ἀριθμήσεως δραχμαὶ μ Παχὼν γραμματικοῦ ἀριθμήσεως δραχμαὶ μ Παῦνι γραμματικοῦ ἀριθμήσεως δραχμαὶ μ …αν… αντων δραχμαὶ κ Σκάπλᾳ παιδαρίωι δραχμαὶ ιβ χειρογραφίας θερινῆς διὰ Ἡρωδίωνος βιβλιοφύλακος δραχμαὶ …αὐτῶι Ἡρωδίωνι γραμματικοῦ δραχμαὶ κ Σκάπλᾳ παιδαρίωι δραχμαὶ ιβ Ἐπεὶφ γραμματικοῦ ἀριθμήσεως ἀργυρίου δραχμαὶ μ Μεσορὴι γραμματικοῦ ἀριθμήσεως δραχμαὶ μ Μαρωνᾶτι βιβλιοφύλακι ὑπὲρ …σεως δραχμαὶ κδ ἀποδημίας αὐτοῦ Διονυσίου δραχμαὶ ξ Σκάπλᾳ παιδαρίωι δραχμαὶ η γείνεται τοῦ ιϛ ἔτους ἀργυρίου δραχμαὶ Αμ καὶ τοῦ ιζ ἔτους ὁμοίως ἀργυρίου δραχμαὶ Αμ καὶ τοῦ ιη ἔτους ἀργυρίου δραχμαὶ Αμ καὶ ἀποδημίας σὺν Σεξτιλλίωι ἑκατοντάρχηι δραχμαὶ ξ παιδαρίωι δραχμαὶ η γείνεται τοῦ ιη ἔτους ἀργυρίου δραχμαὶ Αρη καὶ τοῦ ιθ ἔτους ἀργυρίου δραχμαὶ ω καὶ τιμῆς κλημάτων εἰς μοσχείαν δραχμαὶ ρκ γίνεται ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμαὶ Εσιϛ διὸ ἀξιοῦμέν σε τὸν σωτῆρα καὶ εὐεργέτην ἐάν σοι φαίνηται ποονοῆσαι ἡμῶν ὡς τευξώμεθα τῶν δικαίων κομισάμενοι ἃ κακῶς παρεπράχθημεν ἵνʼ ὦμεν εὐεργετημένοι. διευτύχει.