Ancient Greek
P.Graux 2 21
Documentary Papyri, P.Graux 2 21
Not analysed yet
Αὔνητι Πετεσούχου μισθωτῇ ε…κ…ε…πωλικῆς κώμης Ἀπιάδος παρὰ Ἑρμᾶτος Ἥρωνος τοῦ Ἑρμᾶ ὥς φησιν ἀπὸ ἀμφόδου Ἑτέρων Χηνοβοσκίων Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὴν ταριχοπωλικὴν κώμης Ἀπιάδος Θεμίστου μερίδος ἐπὶ μῆνας ἑπτὰ ἀπὸ τοῦ εἰσιόντος μηνὸς Μεχεὶρ τοῦ ἐνεστῶτος ιδ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου φόρου τῶν ω… ἀργυρίου δραχμῶν τριάντα ……ασ…θ…δαμο…ντες …τὴν μίσθωσιν ἐὰν φαίνηται μισθώσασθαι. Αὔνης ὡς ἐτῶν δ… οὐλὴ ἀντι κνημίῳ ἀριστερῷ ἐγράφη διὰ τοῦ τῆς κώμης νομογράφου ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Δύστρου Τῦβι κθ.